TLG 1571 001 :: 〈PEMPELUS〉 :: Fragmenta

〈PEMPELUS〉 Phil.
(3/2 B.C.)

Fragmenta

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 141–142.

Citation: Page — (line)

141

(12t)

Περὶ γονέων
13 Stob. 4.25.52 p. 638 He. (Mullach 2 p. 32) Πεμπέλου Θουρίου Πυθαγο‐ ρείου ἐκ τοῦ Περὶ γονέων. Γονέων ἀμελὲν οὔτε δαίμων οὔτε ἄνθρωπος
15σύμβωλος ἄνποκα γένοιτό τινι σύμμετρον ψυχᾶς κεκταμένος ἐπιστάμαν. Διόπερ οὐθὲν ἂν θεῶ ξόανον τιμιώτερον ἔχοιμεν ἐν χρημάτων κτήσει πατέρος ἢ καὶ προπάτορος γήρᾳ παρειμένων ἢ καὶ ματέρων τὰν ἰδίαν δύναμιν ἐχοισᾶν. ὁκόταν γὰρ ἀγάλλῃ τις γέρασι καὶ τιμαῖς τὼς γενέτορας, ἀγαθὰ τίθητι θεός· καὶ γὰρ οὐδ’ ἂν ἐπάκοος ἔπελεν
20αὐτῶν. σεμνὸν γάρ τι καὶ θείας φύσιος πεπαμένον ἁμῖν τὸ τῶν φιτυσάν‐ των ἵδρυμά ἐστι καὶ ζωόντων πολὺ μαλλότερον ἢ τῶν ἀνεφίκτων
ἱδρυμάτων. τὰ μὲν γὰρ καλλυνόμενα καὶ λαμπριζόμενα ὑφ’ ἁμέων141

142

ἑκάστοτε συνεύχεται ἁμῖν δωτίνας ἀγαθάς, σκυβαλιζόμενα δὲ τοὐ‐ ναντίον· τὰ δ’ οὐδ’ ὁκότερα τῶνδε ἕρδει· ὥστε αἴκα δεόντως τις χρῆται πατέρι καὶ ματέρι καὶ προπάτορι καὶ οὔλως τοῖς ὁμοιορύσμοις, πάντων ποτὶ θεοφιλῆ μοῖραν πεπάσεται ἀγαλμάτων κυριώτατα. πᾶς δὴ νόον
5ἔχων τιμάτω καὶ σεβέτω καὶ δεδιέτω γονέων εὐχὰς ἢ κατάρας, εἰδὼς πλεύνεσσι πολλάκις ἐπιτελέας συμβεβακυίας. τούτων οὖν οὕτως φύσει διακεκοσμαμένων, τοῖς μὲν ἔμφροσι καὶ κοσμίοις τῶν βροτῶν ἕρμαιον προγενέτορες γηραλέοι ζῶντες μέχρι τᾶς ἐσχάτας βιοτᾶς, καὶ ἀφ‐ έρποντες αἰζηοῖς νέοις σφόδρα ποθεινοί, ῥωμαλέοι ψυχᾷ [ποθεινὼ]
10ἐόντες διὰ τὸ πολλὰ εἰδέμεν, τοῖς δὲ φλαύροις καὶ ἀσυνέτοις εὖ μάλα φοβοειδέες καὶ ζοφεροί. εἰ δέ τινα φάμα ἀμύητος ὤτων ποτὶ κώφωσιν κατίσχει τοιῶνδε λόγων, εἰδυλλέτω ὡς καὶ δαίμοσιν ἐχθρὸς πέλει
καὶ ἀνδράσι τοῖς ποτὶ συνέσιος ἑρπύξασιν ἀτραπόν.142